Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.74 Joseph. AJ 17.79 (English) >>Joseph. AJ 17.84

17.77ταῦτα εἰποῦσα τό τε φάρμακον καὶ τὴν πυξίδα εἰς τὸ μέσον παρῆγεν. καὶ ἀδελφὸς δὲ Ἀντιφίλου ἕτερος καὶ μήτηρ αὐτοῦ ἀνάγκαις τε καὶ βασάνων σφοδρότητι ταὐτὰ ἔλεγον καὶ ἐγνώριζον τὴν πυξίδα. 17.78κατηγορεῖτο δὲ καὶ τοῦ ἀρχιερέως θυγάτηρ, γυνὴ δὲ τοῦ βασιλέως, ὡς πάντων ἵστωρ τούτων γενομένη κρύπτειν προθυμηθεῖσα αὐτά. καὶ διὰ τάδε Ἡρώδης ἐκείνην τε ἐξέβαλεν καὶ τὸν υἱὸν αὐτῆς ἐξήλειψε τῶν διαθηκῶν εἰς βασιλεύσοι μενουσῶν, καὶ τὸν πενθερὸν τὴν ἀρχιερωσύνην ἀφείλετο Σίμωνα τὸν τοῦ Βοηθοῦ, καθίσταται δὲ Ματθίαν τὸν Θεοφίλου Ἱεροσολυμίτην γένος. 17.79

Ἐν τούτῳ δὲ καὶ Βάθυλλος ἐκ Ῥώμης ἀπελεύθερος Ἀντιπάτρου παρῆν καὶ βασανισθεὶς εὑρίσκεται φάρμακον κομίζων δώσειν τε τῇ ἑαυτοῦ μητρὶ καὶ Φερώρᾳ, ὡς εἰ τὸ πρότερον μὴ ἅπτοιτο τοῦ βασιλέως, τούτῳ γοῦν μεταχειρίζοιντο αὐτόν. 17.80ἀφίκετο δὲ γράμματα παρὰ τῶν ἐν Ῥώμῃ φίλων τῷ Ἡρώδῃ γνώμῃ καὶ ὑπαγορεύσει Ἀντιπάτρου ἐπὶ κατηγορίᾳ Ἀρχελάου καὶ Φιλίππου συγκείμενα, ὡς δῆθεν διαβάλλοιέν τε τὸν πατέρα ἐπὶ σφαγῇ τῶν περὶ Ἀριστόβουλον καὶ Ἀλέξανδρον, διʼ οἴκτου δὲ καὶ αὑτοὺς λαμβάνοιεν· ἤδη γὰρ καὶ ἐκαλοῦντο ὑπὸ τοῦ πατρός, οὐχ ὡς ἐφʼ ἑτέροις, ἀλλʼ ἐπὶ τοῖς κἀκείνους προσαπολωλεκόσι κατακλήσεως αὐτῶν γινομένης. 17.81ταῦτα δὲ μεγάλων μισθῶν οἱ φίλοι τῷ Ἀντιπάτρῳ συνέπρασσον. γράφει δὲ καὐτὸς Ἀντίπατρος τῷ πατρὶ περὶ αὐτῶν ἐπὶ μεγίσταις τῶν αἰτιῶν καὶ παντελὲς ἀπαλλάσσειν φάσκων τὰ μειράκια, τῶν δὲ τῇ ἡλικίᾳ τὴν ἀνάθεσιν ποιούμενος. αὐτὸς δὲ τὰ περὶ Σύλλαιον ἠγωνίζετο καὶ θεραπεία τῶν πρώτων ἀνδρῶν ἐγεγόνει κόσμος τε ἀξιοπρεπὴς ταλάντων ἐώνητο διακοσίων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.74 Joseph. AJ 17.79 (English) >>Joseph. AJ 17.84

Powered by PhiloLogic